Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.13 Dem. 48.18 (English) >>Dem. 48.22

48.16οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ἄνδρες δικασταί, ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου· ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον. καὶ ἄνθρωπος, ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρʼ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον· περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδʼ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ· καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς. 48.17καὶ τούτου τοῦ ἀργυρίου, οὗ ἀπέδωκεν ἄνθρωπος, καλῶς καὶ δικαίως κατὰ τοὺς ὅρκους οὓς ὠμόσαμεν ἡμεῖς καὶ κατὰ τὰς συνθήκας τὰς κειμένας παρὰ τῷ Ἀνδροκλείδῃ τὸ μὲν ἥμισυ ἐγὼ ἔλαβον, τὸ δʼ ἥμισυ οὑτοσὶ Ὀλυμπιόδωρος. 48.18μετὰ δὲ ταῦτα οὐ πολλῷ χρόνῳ ὕστερον ἐκ ταύτης τῆς ὑποψίας τῆς πρὸς τὸν οἰκέτην περὶ τοῦ ἀργυρίου οὗ ἀπέδωκεν, ἔδησεν τὸν ἄνθρωπον καὶ ἐβασάνισεν αὐτὸς ἐφʼ ἑαυτοῦ, ἡμᾶς δὲ οὐ παρεκάλεσεν, ὀμωμοκὼς κοινῇ ζητήσειν καὶ πράξειν μετʼ ἐμοῦ πάντα. καὶ ἄνθρωπος, ἄνδρες δικασταί, κατατεινόμενος ὑπὸ τῆς βασάνου προσωμολόγησε καὶ τὰς ἑβδομήκοντα μνᾶς εἰληφέναι ὑφελόμενος Κόμωνος, καὶ ἀποδίδωσιν ἅπαν τὸ ἀργύριον τοῦτο Ὀλυμπιοδώρῳ τουτῳί. 48.19ἐγὼ δʼ, ἄνδρες δικασταί, ἐπειδὴ ἐπυθόμην περὶ τῆς βασάνου τοῦ ἀνθρώπου καὶ ὅτι ἀποδεδωκὼς εἴη τὸ ἀργύριον, ἐνόμιζόν μοι ἀποδώσειν τοῦτον τὸ ἥμισυ τοῦ ἀργυρίου, ὥσπερ καὶ τὸ πρότερον ἀπὸ τῶν χιλίων δραχμῶν ἀπέδωκε. καὶ εὐθὺς μὲν οὐ πάνυ τι ἠνώχλουν τούτῳ, ἡγούμενος αὐτὸν τοῦτο γνώσεσθαι καὶ διοικήσειν καὶ ἐμοὶ καὶ ἑαυτῷ, ὅπως ἑκάτερος ἡμῶν ἕξει τὰ δίκαια κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς περὶ τοῦ ἰσομοιρεῖν ἁπάντων ὧν Κόμων ἦν καταλελοιπώς·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.13 Dem. 48.18 (English) >>Dem. 48.22

Powered by PhiloLogic